..και χάρις Θεού ήτο επ' αυτό
Τὸ δὲ παιδίον ἠύξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτό.
Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ' ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
Nομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν
αὐτὸν ἐν τοῖς
συγγενεῦσιν καὶ τοῖς
γνωστοῖς,
καὶ μὴ εὑρόντες ὑπέστρεψαν
εἰς Ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν.
Kαὶ ἐγένετο
μετὰ ἡμέρας
τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ
καθεζόμενον ἐν μέσῳ τῶν
διδασκάλων καὶ ἀκούοντα
αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες
οὶ ἀκούοντες
αὐτοῦ ἐπὶ τῇ
συνέσει καὶ ταῖς ἀποκρίσεσιν
αὐτοῦ.
Kαὶ ἰδόντες
αὐτὸν ἐξεπλάγησαν,
καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ
αὐτοῦ·
τέκνον, τί ἐποίησας
ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ
σου καὶ ἐγὼ ὀδυνώμενοι
ζητοῦμεν σε.
καὶ εἶπεν πρὸς αὐτοὺς· τί ὅτι ἐζητεῖτε με;
οὐκ ᾖδειτε ὅτι ἐν τοῖς τοῦ πατρός
μου δεῖ εἶναι
με;.