(1Βασ. 8:60) οπως
γνωσιν παντες οι λαοι της γης οτι κυριος ο θεος αυτος θεος και OYK EΣΤΙΝ ΕΤΙ (άλλος)
(Δαν. 3:17) ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς ΕΙΣ κύριος ἡμῶν ὃν φοβούμεθα ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ἐξελεῖται ἡμᾶς
(Δαν. 9:13) κατὰ τὰ γεγραμμένα ἐν διαθήκῃ μωσῆ πάντα τὰ κακὰ ἐπῆλθεν ἡμῖν καὶ οὐκ ἐξεζητήσαμεν τὸ ΠΡΟΣΩΠΟΝ κυρίου θεοῦ ἡμῶν ἀποστῆναι ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ διανοηθῆναι τὴν δικαιοσύνην σου κύριε
Ωσ. 13:4 ἐγὼ δὲ κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου καὶ ΘΕΟΝ ΠΛΗΝ ΕΜΟΥ οὐ γνώσῃ καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ.
(Ωσ. 5:15) πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὗ ἀφανισθῶσιν καὶ ἐπιζητήσουσιν τὸ ΠΡΟΣΩΠΟΝ μου ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες
(Ιωήλ 2:27) καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ ισραηλ ἐγώ εἰμι καὶ ἐγὼ κύριος ὁ Θεός ὑμῶν καὶ ΟΥΚ ΕΣΤΙΝ ἔτι ΠΛΗΝ ΕΜΟΥ καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα
(Ζαχ. 8:22) καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ ΠΡΟΣΩΠΟΝ κυρίου
παντοκράτορος ἐν ιερουσαλημ καὶ
τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου
(Μαλ. 2:10)
οὐχὶ Θεός ΕΙΣ ἔκτισεν ὑμᾶς οὐχὶ πατήρ είς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν
Μάρκ. 12:29 ἀπεκρίθη ὁ Ἰησοὺς ὅτι πρώτη ἐστιν· ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος EIΣ ἐστιν,
Ιωάν. 8:19 ἔλεγον οὖν αὐτῷ·
ποῦ ἐστιν ὁ
πατήρ σου;
ἀπεκρίθη Ἰησοῦς· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· ΕΙ
ΕΜΕ ΗΔΕΙΤΕ,
καὶ ΤΟΝ ΠΑΤΕΡΑ ΜΟΥ ἂν ᾒδειτε.
Ιωάν. 5:44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ ΜΟΝΟΥ [θεοῦ] οὐ ζητεῖτε;.
Ιωάν. 8:24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν• ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ΕΓΩ ΕΙΜΙ, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Ιωάν. 8:28 εἶπεν οὖν ὁ
Ἰησοῦς· ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ΕΓΩ ΕΙΜΙ, καὶ ἀπ' ἐμαυτοῦ
ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξεν με
ὁ πατὴρ ταῦτα λαλῶ.
Ιωάν. 8:29 καὶ ὁ
πέμψας με
ΜΕΤ ΕΜΟΥ
ΕΣΤΙΝ· οὐκ ἀφῆκεν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ
αὐτῷ ποιῶ πάντοτε.
Ιωάν. 8:42 εἶπεν αὐτοῖς [ὁ]
Ἰησοῦς· εἰ ὁ
ΘΕΟΣ ΠΑΤΗΡ
ὑμῶν ἦν ἠγάπατε ἂν ἐμέ, ἐγὼ
γὰρ ἐκ τοῦ
θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνος με ἀπέστειλεν.
Ιωάν. 8:54 ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ
δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδὲν ἐστιν· ἔστιν ὁ ΠΑΤΗΡ μου
ὁ ΔΟΞΑΖΩΝ με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστιν,
Ιωάν. 10:30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
Ιωάν. 10:38 εἰ δὲ ποιῶ κὰν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ καγὼ ἐν τῷ πατρί.
Ιωάν. 12:44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντα με,
Ιωάν. 12:45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντα με.
Ιωάν. 13:20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντα με.
Ιωάν. 13:31 Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς• νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ•
Ιωάν. 13:32 καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῳ καὶ εὐθὺς δοξάσει αὐτόν.
3: 30Ρωμ. εἴπερ EIΣ ὁ θεος ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
Ιωάν. 14:7 εἰ ἐγνώκειτε με, καὶ τὸν πατέρα μου ἂν ᾒδειτε· ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε.
Ιωάν. 14:9 λέγει αὐτῷ [ὁ] Ἰησοῦς· τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκας με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα;.
Ιωάν. 14:10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἐργὰ αὐτοῦ.
Ιωάν. 14:11 πιστεύετε
μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.
Ιωάν. 14:13 καὶ ὁ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματι μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ.
Ιωάν. 14:24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντος με πατρός.
Ιωάν. 16:27 αὐτὸς γὰρ ὁ πατὴρ φίλει ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον.
Ιωάν. 16:28 ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Ιωάν. 17:3 αὕτη δὲ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσιν ΣΕ τὸν ΜΟΝΟΝ ἀληθινὸν ΘΕΟΝ καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
Ιωάν. 20:17 λέγει αὐτῇ Ἰησοῦς· μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἶπε αὐτοῖς ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
Ιωάν. 20:28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ κύριος μου καὶ ὁ θεός μου.
1Κορ. 8:4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ ΕΙΣ.
1Κορ. 8:6 ἡμῖν ΕΙΣ θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.
1Κορ. 12:6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσιν, καὶ ὁ ΑΥΤΟΣ θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
1Κορ. 12:9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ΕΝΙ πνεύματι,
1Κορ. 12:11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ΕΝ καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
(Γαλ. 3:20)
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς ΕΙΣ ἐστιν.
(Εφεσ. 4:5)
ΕΙΣ κύριος, μία πίστις ἑν βάπτισμα,
(Εφεσ.
4:6)
ΕΙΣ
ΘΕΟΣ καὶ ΠΑΤΗΡ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
(Κολ.
1:19)
ὅτι ἐν αὐτῷ εὐδόκησεν ΠΑΝ ΤΟ ΠΛΗΡΩΜΑ
κατοικῆσαι.
(Κολ. 2:9)
ὅτι ἐν αὐτῷ κατοικεῖ ΠΑΝ ΤΟ ΠΛΗΡΩΜΑ τῆς θεότητος σωματικῶς,
(1Τιμ.
2:5)
ΕΙΣ
γὰρ θεὸς, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
(Εβρ.
1:3) ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ΥΠΟΣΤΑΣΕΩΣ αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
Ιακ.
2:19 σὺ πιστεύεις ὅτι ΕΙΣ θεὸς ἔστιν, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
Αποκ. 1:8 Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει κύριος ὁ θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
Αποκ. 1:17 Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος.
Αποκ. 10:6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ [καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ], ὅτι χρόνος οὐκετι ἔσται