Τίνι γὰρ εἶπεν ποτε τῶν
ἀγγέλων· Ὑιος μου ει συ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς
πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;. ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς
τὴν οἰκουμένην, λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. καὶ πρὸς μὲν
τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ
πυρὸς φλόγα, πρὸς δὲ τὸν υἱόν, Ὁ θρόνος σου
ὁ θεὸς εἰς τὸν αἰῶνα [τοῦ αἰῶνος], καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας
αὐτοῦ· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισεν σε ὁ θεὸς ὁ
θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. καί, Σὺ κατ' ἀρχάς, κύριε,
τὴν γὴν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται,
συ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις
αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς
σου ὑποπόδιον τῶν ποδῶν σου;. (Εβρ.α:5-13)